TLG 2461 003 :: URANIUS :: Fragmenta

URANIUS Hist.
(Syrius: A.D. 6?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 523–526.

Frr. 1–31

Citation: Fragment — (line)

t1a-31

ΑΡΑΒΙΚΑ.

t1a-4

E LIBRO PRIMO.

1a

Steph. Byz.: Αὔαθα καὶ Αὔαρα, οὐδετέρως, συν‐ οικία Ἀράβων, ὡς Οὐράνιος ἐν Ἀραβικῶν πρώτῃ. Οἱ οἰκήτορες Αὐαθηνοὶ καὶ Αὐαρηνοί.

1b

Idem: Αὔαρα, πόλις Ἀραβίας, ἀπὸ χρησμοῦ δοθέντος Ὀβόδᾳ κληθεῖσα ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Ἀρέτα. Ἐξώρμησε γὰρ Ἀρέτας εἰς ἀναζήτησιν τοῦ χρησμοῦ· ὁ δὲ χρησμὸς ἦν, Αὔαρα τόπον ζητεῖν, ὅ ἐστι κατὰ Ἄραβας καὶ Σύ‐
5ρους λευκήν· καὶ φθάσαντι τῷ Ἀρέτᾳ καὶ λοχῶντι ἐφάνη φάσμα αὐτῷ λευκοείμων ἀνὴρ ἐπὶ λευκῆς δρομάδος προϊών· ἀφανισθέντος δὲ τοῦ φάσματος σκόπελος ἀνε‐ φάνη, αὐτόματος κατὰ γῆς ἐρριζωμένος, κἀκεῖ ἔκτισε πόλιν. Τὸ ἐθνικὸν Αὐαρηνός.

2

Idem: Σέννονες, ἔθνος Γαλατικὸν, ὡς Οὐράνιος ἐν Ἀραβικῶν πρώτῳ.

3

Idem: Σίγγαρα, πόλις Ἀραβίας πρὸς τῇ Ἐδέσσῃ, ὡς Οὐράνιος ἐν πρώτῳ Ἀραβικῶν. Ὁ πολίτης Σιγγα‐ ρηνός.

4

Idem: Χατραμωτῖτις, χώρα πλησίον τῆς Ἐρυ‐ θρᾶς θαλάσσης. Οἱ πολῖται Χατραμωτῖται. Στράβων ἑκκαιδεκάτῃ ... Οὐράνιος δ’ ἐν πρώτῳ Ἀρα‐ βικῶν Χατραμώτας αὐτοὺς καλεῖ· «Καμηλοκόμοι
5Χατραμῶται, Σαβαῖοι καὶ Ὁμηρῖται.»523

t5-11

E LIBRO SECUNDO.

5

Idem: Αἰαμήνη, Ναβαταίων χώρα, ὡς Οὐρά‐ νιος ἐν Ἀραβικῶν δευτέρῳ. Τὸ ἐθνικὸν Αἰαμηνός.

6

Idem: Αἰανῖτις, Ναβαταίων χώρα. Οὐράνιος Ἀρα‐ βικῶν δευτέρῳ. Τὸ ἐθνικὸν Αἰανίτης.

7

Idem: Ἐρυθρὰ ἡ θάλασσα, ἀπὸ Ἐρύθρου τοῦ ἥρωος. Οὐράνιος δ’ ἐν Ἀραβικῶν δευτέρᾳ· ἀπὸ τῶν παρακειμένων ὀρῶν, ἃ ἐρυθρὰ δεινῶς εἰσι καὶ πορφυρᾶ, καὶ ἐπὴν βάλλῃ εἰς αὐτὰ ὁ ἥλιος τὴν αὐγὴν, καταπέμ‐
5πει εἰς τὴν θάλασσαν σκιὰν ἐρυθράν· καὶ ὄμβρῳ δὲ κατακλυσθέντων τῶν ὀρέων κάτω συρρέοντι εἰς θάλασ‐ σαν, οὕτω γίγνεται ἡ θάλασσα τὴν χρόαν.

8

Idem: Μήδαβα, πόλις τῶν Ναβαταίων. Ὁ πολίτης Μηδαβηνὸς, ὡς Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ.

9

Idem: Μώβα, μοῖρα τῆς Ἀραβίας. Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. Οἱ οἰκοῦντες Μωβηνοὶ, καὶ θηλυ‐ κῶς Μωβηνή· ἔοικε δ’ ἐνδεῖν τὸ α· ἦν γὰρ Μώαβα· καὶ τὸ ἐθνικὸν Μωαβίτης, τὸ θηλυκὸν Μωαβῖτις.

10

Idem: Πάλμυρα, φρούριον Συρίας, οὗ μέμνηται Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. Τὸ ἐθνικὸν Παλμυρη‐ νός. Οἱ δ’ αὐτοὶ Ἀδριανοπολῖται μετωνομάσθησαν ἐπι‐ κτισθείσης τῆς πόλεως ὑπὸ τοῦ αὐτοκράτορος.

11

Idem: Ταηνοί, ἔθνος ἀπὸ τῶν Σαρακηνῶν πρὸς μεσημβρίαν, ὡς Οὐλπιανὸς ἐν Ἀραβικοῖς καὶ Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ.

t12-20a

E LIBRO TERTIO.

12

Idem: Ἀβασηνοὶ, ἔθνος Ἀραβίας. Οὐράνιος ἐν Ἀραβικῶν τρίτῳ· «Μετὰ τοὺς Σαβαίους Χατραμῶται καὶ Ἀβασηνοί,» καὶ πάλιν· «Ἡ χώρη τῶν Ἀβασηνῶν σμύρνην φέρει καὶ ὄσσον καὶ θυμίαμα καὶ κέρπαθον·
5γεωργοῦσι δὲ καὶ πορφυρῆν ποίην εἰκέλην αἵματι Τυ‐ ρίου κοχλίεω.»

13

Idem: Ἄδανα ... Ἔστι δὲ καὶ ἑτέρα πόλις ἐν με‐ σογείῳ τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιός φησιν ἐν Ἀραβικῶν τρίτῳ.

14

Idem: Ἀτραμῖται, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιος ἐν τρίτῃ. Ἀρτεμίδωρος Ἀρταμωτίτας αὐ‐ τοὺς καλεῖ.

15

Idem: Ἄχομαι καὶ Ἀχόμενοι, ἔθνος τῆς εὐδαίμο‐
νος Ἀραβίας, ὡς Οὐράνιος ἐν τρίτῃ.524

16

Idem: Ζάβιδα, κώμη ἐν τῷ μεσογείῳ τῆς εὐδαί‐ μονος Ἀραβίας. Οὐράνιος Ἀραβικῶν τρίτῃ.

17

Idem: Θαμουδᾶ, Ναβαταίων γείτων τῶν Ἀραβίων. Οὐράνιος Ἀραβικῶν τρίτῃ. Ὁ οἰκήτωρ Θαμουδηνός.

18

Idem: Κεβρανῖται, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας. Οὐράνιος Ἀραβικῶν τρίτῳ.

19

Idem: Τάρφαρα, οὐδετέρως, πόλις τῆς εὐδαίμονος Ἀραβίας. Ὁ πολίτης Ταρφαρηνὸς, ὡς Ζόαρα Ζοαρη‐ νὸς, Αὔαρα Αὐαρηνὸς, ὡς Οὐράνιος ἐν Ἀραβικῶν τρίτῳ.

20

Idem: Σῆρες, ἔθνος Ἰνδικὸν, ἀπροσμιγὲς ἀνθρώ‐ ποις, ὡς Οὐράνιος ἐν τρίτῳ Ἀραβικῶν.

20a

Tzetzes Hist. VII, 730: Οὐράνιος ἐν τρίτῳ δὲ Ἀραβικῶν που λέγει εἶναι καλάμων ἱερὸν ἄλσος ἐν Ἀραβίᾳ, ἐν οἷς καλάμοις θάπτουσι μόνους τοὺς βασιλέας,
5γυναῖκάς τε καὶ ἀδελφοὺς καὶ υἱέας τούτων, ἄλλον τινὰ δὲ οὐδαμῶς. Ἡ δὲ ταφὴ τοιάδε· ἓν γόνυ τι κοιλάναντες ὧν ἔφημεν καλάμων, ἐς τοῦτο θέντες τὸν νεκρὸν καὶ χρίσαντες δὲ μύρῳ, τὸν κάλαμον μὴ κόψαντες, πάλιν ἐῶσι φύειν.

t21-23

E LIBRO QUARTO.

21

Idem: Ἀκχηνοὶ, ἔθνος Ἀράβιον, ὡς Οὐράνιός φησι τετάρτῃ, ἐπὶ τῷ αὐχένι τῆς Ἐρυθρᾶς θαλάσσης.

22

Idem: Ἐδουμαῖοι, ἔθνος Ἀράβιον, ὡς Οὐράνιος ἐν Ἀραβικῶν τε‐ τάρτῳ. Τινὲς δὲ διὰ τοῦ ι γράφουσιν, ὡς εἰρήσεταί μοι ἐν τῷ ι.

23

Idem: Ὄβοδα, χωρίον Ναβαταίων, Οὐράνιος Ἀραβικῶν τετάρτῳ, ὅπου Ὀβόδης ὁ βασιλεὺς, ὃν θεο‐ ποιοῦσι, τέθαπται. Τὸ ἐθνικὸν Ὀβοδηνὸς, ὡς Δαχα‐ ρηνός.

t24

E LIBRO QUINTO.

24

Idem: Μωθὼ, κώμη Ἀραβίας, ἐν ᾗ ἔθανεν Ἀντί‐ γονος ὁ Μακεδὼν ὑπὸ Ῥαβίλου τοῦ βασιλέως τῶν Ἀραβίων, ὡς Οὐράνιος ἐν πέμπτῳ· ὅ ἐστι τῇ Ἀράβων φωνῇ τόπος θανάτου. Οἱ κωμῆται Μωθηνοὶ κατὰ τὸν
5ἐγχώριον τύπον.

t25-31

E LIBRIS INCERTIS. Idem: Βραχία. Οὕτως ἡ Ἀραβικὴ θάλασσα καλεῖ‐ ται. Ἐκλήθη δὲ διὰ τὸ ἐν αὐτῇ βράχη εἶναι πλεῖστα. Ἔστιν οὖν παρὰ τὸ βράχος. Τὸ τοπικὸν Βραχιάτης.
5Οὐράνιος δὲ Βραχιηνοὺς αὐτοὺς ἔφη.

26

Idem: Κάρνανα, πόλις Μιναίων ἔθνους πλησίον
Ἐρυθρᾶς θαλάσσης. Οἱ πολῖται Καρνανᾶται. Οὐρά‐ νιος δὲ Καρνανίαν καὶ Καρνανίτας φησί.525

27

Idem: Μάννεως, χώρα μέση τῶν ποταμῶν, ἐν ᾗ οἰκοῦσιν Ἄραβες Μαννεῶται, ὡς Οὐράνιός φησιν.

28

Idem: Νικηφόριον. Οὕτως ἡ Κωνσταντίνα, ἡ περὶ Ἔδεσσαν πόλις, ὡς Οὐράνιος. Τὸ ἐθνικὸν Νικηφόριος, ὡς Βυζάντιος.

29

Idem: Νίσιβις, πόλις ἐν τῇ περαίᾳ τῇ πρὸς τῷ Τίγρητι ποταμῷ. Φίλων ἐν Φοινικικοῖς Νάσιβίς φησι διὰ τοῦ α. Οὐράνιος δὲ διὰ τοῦ ε Νέσιβις. Σημαίνει δὲ, ὥς φησι Φίλων, νάσιβις τὰς στήλας, ὡς δὲ Οὐράνιος,
5νέσιβις, φησὶ, σημαίνει τῇ Φοινίκων φωνῇ λίθοι συγ‐ κείμενοι καὶ συμφορητοί. Στράβων δὲ ἑκκαιδεκάτῃ διὰ τοῦ ι. Τὸ ἐθνικὸν Νισιβηνός.

30

Idem: Νόσορα, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Οὐ‐ ράνιος Ἀραβικῶν *. Ὁ νησιωτὴς Νοσορηνός· ἐγχώριος ὁ τύπος.

31

Idem: Χαράκμωβα, πόλις τῆς νῦν τρίτης Παλαι‐ στίνης, ἣν ἀναγράφει Πτολεμαῖος ἐν Γεωγραφικοῖς ἐν πέμπτῳ βιβλίῳ ἐν ταῖς Ἀραβικαῖς τῆς εὐδαί‐ μονος. Οὐράνιος δ’ ἐν τοῖς Ἀραβικοῖς (ἀξιόπιστος
5δ’ ἀνὴρ περὶ τὰ τοιαῦτα· σπουδὴν γὰρ ἔθετο ἱστορῆσαι ἀκριβῶς τὰ τῆς Ἀραβίας) καὶ Μωβουχάραξ φησίν. Ὁ πολίτης τοῦ μὲν Χαράκμωβα Χαρακμωβηνός· ἐκ
δὲ τοῦ Μωβουχάραξ Μωβουχαρακηνός.526